Ὁ ῎Αιδης θεός ἐστί. Καὶ ἡ Περσεφόνη θεά ἐστί, θυγάτηρ τῆς Δημητρός. Ἡ Δημήτηρ σῖτον παρέχει τοῖς ἀνθρώποις. Ἐν μακρᾷ ὕλῃ βαδίζει ἡ Περσεφόνη καὶ παίζει. Καὶ ὁ Ἄιδης ἐν τῇ ὕλῃ ἐστί. Ὁ θεὸς τὴν κόρην ὅράει "Καλή ἡ κόρη ἐστί!" φησί, " Ἡ Περσεφόνη ἐστι, ἡ θυγάτηρ τῆς Δημητρός, τὴν κόρην βιάζειν βούλομαι!". Πρὸς τὴν κόρην τρέχει, τὴν κόρην διώκει, καὶ λαμβάνει! Τῇ ἁμάξᾳ τὴν κόρην φέρει ὑπὸ τῆς γῆς, ἐν τῇ γῇ τῶν σκιῶν.
Ἅμα τῇ ἡμέρᾳ ἡ Δημήτηρ τὴν θυγατέρα ζητεῖ ἀλλὰ οὐκ εὐρίσκει. Διὰ τὴν χώραν βαδίζει, καὶ τὴν θυγατέρα καλεῖ "ὦ θύγατερ," φησί, "ὦ Περσεφόνη, ποῦ εἶ". Στενάζει ἡ μήτηρ, ὅτι τὴν κόρην οὐκ εὐρίσκει.