ἑλλήνισον! (An Ancient Greek Podcast)

#53 περὶ τοῦ Σαρδαναπάλλου βίου (Ἡθικῶν Νικομαχεῖων α᾽)


Listen Later

χαίρετε, ὦ φίλοι! This week we reading and discussing a few key passages from book 1 of Aristotle's Nicomachean Ethics (see below).Enjoy the episode!

Josep & Leandros

Support the podcast and get access to episodes in advance: ⁠https://www.patreon.com/Hellenizdein?fan_landing=true&view_as=public

1. πᾶσα τέχνη καὶ πᾶσα μέθοδος, ὁμοίως δὲ πρᾶξίς τε καὶ προαίρεσις, ἀγαθοῦ τινὸς ἐφίεσθαι δοκεῖ: διὸ καλῶς ἀπεφήναντο τἀγαθόν, οὗ πάντ᾽ ἐφίεται. πολλῶν δὲ πράξεων οὐσῶν καὶ τεχνῶν καὶ ἐπιστημῶν πολλὰ γίνεται καὶ τὰ τέλη: ἰατρικῆς μὲν γὰρ ὑγίεια, ναυπηγικῆς δὲ πλοῖον, στρατηγικῆς δὲ νίκη, οἰκονομικῆς δὲ πλοῦτος. ὅσαι δ᾽ εἰσὶ τῶν τοιούτων ὑπὸ μίαν τινὰ δύναμιν, καθάπερ ὑπὸ τὴν ἱππικὴν χαλινοποιικὴ καὶ ὅσαι ἄλλαι τῶν ἱππικῶν ὀργάνων εἰσίν, αὕτη δὲ καὶ πᾶσα πολεμικὴ πρᾶξις ὑπὸ τὴν στρατηγικήν, κατὰ τὸν αὐτὸν δὴ τρόπον ἄλλαι ὑφ᾽ ἑτέρας: ἐν ἁπάσαις δὲ τὰ τῶν ἀρχιτεκτονικῶν τέλη πάντων ἐστὶν αἱρετώτερα τῶν ὑπ᾽ αὐτά: τούτων γὰρ χάριν κἀκεῖνα διώκεται.

2. εἰ δή τι τέλος ἐστὶ τῶν πρακτῶν ὃ δι᾽ αὑτὸ βουλόμεθα, τἆλλα δὲ διὰ τοῦτο, καὶ μὴ πάντα δι᾽ ἕτερον αἱρούμεθα (πρόεισιγὰρ οὕτω γ᾽ εἰς ἄπειρον, ὥστ᾽ εἶναι κενὴν καὶ ματαίαν τὴν ὄρεξιν), δῆλον ὡς τοῦτ᾽ ἂν εἴη τἀγαθὸν καὶ τὸ ἄριστον. ἆρ᾽ οὖν καὶ πρὸς τὸν βίον ἡ γνῶσις αὐτοῦ μεγάλην ἔχει ῥοπήν, καὶ καθάπερ τοξόται σκοπὸν ἔχοντες μᾶλλον ἂν τυγχάνοιμεν τοῦ δέοντος; εἰ δ᾽ οὕτω, πειρατέον τύπῳ γε περιλαβεῖν αὐτὸ τί ποτ᾽ ἐστὶ καὶ τίνος τῶν ἐπιστημῶν ἢ δυνάμεων.

3. λέγωμεν δ᾽ ἀναλαβόντες, ἐπειδὴ πᾶσα γνῶσις καὶ προαίρεσις ἀγαθοῦ τινὸς ὀρέγεται, τί ἐστὶν οὗ λέγομεν τὴν πολιτικὴν ἐφίεσθαι καὶ τί τὸ πάντων ἀκρότατον τῶν πρακτῶν ἀγαθῶν. ὀνόματι μὲν οὖν σχεδὸν ὑπὸ τῶν πλείστων ὁμολογεῖται: τὴν γὰρ εὐδαιμονίαν καὶ οἱ πολλοὶ καὶ οἱ χαρίεντες λέγουσιν, τὸδ᾽ εὖ ζῆν καὶ τὸ εὖ πράττειν ταὐτὸν ὑπολαμβάνουσι τῷ εὐδαιμονεῖν: περὶ δὲ τῆς εὐδαιμονίας, τί ἐστιν, ἀμφισβητοῦσι καὶ οὐχ ὁμοίως οἱ πολλοὶ τοῖς σοφοῖς ἀποδιδόασιν. οἳ μὲν γὰρ τῶν ἐναργῶν τι καὶ φανερῶν, οἷον ἡδονὴν ἢ πλοῦτον ἢ τιμήν, ἄλλοι δ᾽ ἄλλο—πολλάκις δὲ καὶ ὁ αὐτὸς ἕτερον: νοσήσας μὲν γὰρ ὑγίειαν, πενόμενος δὲ πλοῦτον.

4. ἡμεῖς δὲ λέγωμεν ὅθεν παρεξέβημεν. τὸ γὰρ ἀγαθὸν καὶ τὴν εὐδαιμονίαν οὐκ ἀλόγως ἐοίκασιν ἐκ τῶν βίων ὑπολαμβάνειν οἱ μὲν πολλοὶ καὶ φορτικώτατοι τὴν ἡδονήν: διὸ καὶ τὸν βίον ἀγαπῶσι τὸν ἀπολαυστικόν. τρεῖς γάρ εἰσι μάλιστα οἱ προύχοντες, ὅ τε νῦν εἰρημένος καὶ ὁ πολιτικὸς καὶ τρίτος ὁ θεωρητικός. οἱ μὲν οὖν πολλοὶ παντελῶς ἀνδραποδώδεις φαίνονται βοσκημάτων βίον προαιρούμενοι, τυγχάνουσι δὲ λόγου διὰ τὸ πολλοὺς τῶν ἐν ταῖς ἐξουσίαις ὁμοιοπαθεῖν Σαρδαναπάλλῳ.

Follow us οn Twitter: https://twitter.com/ancientgreekpod

Join our Facebook group: https://www.facebook.com/groups/604916774052809

Follow us on instagram: https://www.instagram.com/ancientgreekpodcast/

Write to us personally at: [email protected]

...more
View all episodesView all episodes
Download on the App Store

ἑλλήνισον! (An Ancient Greek Podcast)By Leandros Corieltauvorum and Josep Barcinonensis

  • 4.7
  • 4.7
  • 4.7
  • 4.7
  • 4.7

4.7

18 ratings


More shows like ἑλλήνισον! (An Ancient Greek Podcast)

View all
Langsam Gesprochene Nachrichten | Audios | DW Deutsch lernen by DW

Langsam Gesprochene Nachrichten | Audios | DW Deutsch lernen

417 Listeners

Mere Fidelity by Mere Fidelity

Mere Fidelity

337 Listeners

The Andrew Klavan Show by The Daily Wire

The Andrew Klavan Show

22,724 Listeners

The History of Ancient Greece by Ryan Stitt

The History of Ancient Greece

985 Listeners

This Past Weekend w/ Theo Von by Theo Von

This Past Weekend w/ Theo Von

27,576 Listeners

Pod Save America by Crooked Media

Pod Save America

86,750 Listeners

Nuntii Latini by Discipuli Occidentalis Studiorum Universitatis Vasintoniensis

Nuntii Latini

24 Listeners

Satura Lanx - Latin language and literature for beginners by Satura Lanx: a podcast to learn Latin, in Latin.

Satura Lanx - Latin language and literature for beginners

90 Listeners

The Worthy House (Charles Haywood) by Charles Haywood

The Worthy House (Charles Haywood)

190 Listeners

Advisory Opinions by The Dispatch

Advisory Opinions

3,793 Listeners

Secunda Mensa by Secunda Mensa

Secunda Mensa

17 Listeners

The Rest Is History by Goalhanger

The Rest Is History

13,109 Listeners

The Tucker Carlson Show by Tucker Carlson Network

The Tucker Carlson Show

15,644 Listeners